Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.25 Dem. 43.27 (English) >>Dem. 43.30

43.26τῷ μὲν οὖν Θεοπόμπῳ ἐγένετο υἱὸς Μακάρτατος οὑτοσί, τῷ δὲ Εὐβουλίδῃ τῷ τῆς Φυλομάχης υἱεῖ, ἀνεψιῷ δὲ Ἁγνίου ὄντι πρὸς πατρός, οὑτοσὶ παῖς, ἀνεψιοῦ παῖς ὢν Ἁγνίᾳ πρὸς πατρός, ἐπειδὴ Φυλομάχη μήτηρ Εὐβουλίδου καὶ Πολέμων πατὴρ Ἁγνίου ἀδελφοὶ ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι. τῷ δέ γε Μακαρτάτῳ τῳδί, τῷ υἱεῖ τῷ Θεοπόμπου, οὐδὲν ἐγένετο ἔκγονον τι ἐστὶν ἐν τῷ οἴκῳ τῷ τούτου καὶ τῷ Στρατίου. 43.27τούτων δʼ οὕτως ἐχόντων, τῷ μὲν παιδὶ τουτῳί ἐστιν ὄνομα τῶν ἐν τῷ νόμῳ εἰρημένων, καὶ μέχρι ὧν νόμος κελεύει τὴν ἀγχιστείαν εἶναι· ἀνεψιοῦ γὰρ Ἁγνίου παῖς ἐστιν· γὰρ πατὴρ αὐτοῦ Εὐβουλίδης ἀνεψιὸς ἦν Ἁγνίᾳ, οὗ ἐστιν κλῆρος. δέ γε Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου οὐκ ἂν εἶχεν ὄνομα θέσθαι αὑτῷ τῶν ἐν τῷ νόμῳ εἰρημένων οὐδέν· ἐξ ἑτέρου γὰρ οἴκου ἦν, τοῦ Στρατίου. 43.28οὐ προσήκει δέ, ἄνδρες δικασταί, οὐδένα ἀνθρώπων ἔχειν τὸν κλῆρον τὸν Ἁγνίου ἐξ ἑτέρου οἴκου ὄντα, ἕως ἄν τις λείπηται τῶν γενομένων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, οὐδʼ ἐκβάλλειν βίᾳ, ὅπερ οὗτοι διαπράττονται, γένει τε ἀπωτέρω ὄντες καὶ οὐκ ἐν τῷ αὐτῷ οἴκῳ. τοῦτο γάρ ἐστιν, ἄνδρες δικασταί, παρεκρούσατο Θεόπομπος τουτουὶ πατὴρ Μακαρτάτου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.25 Dem. 43.27 (English) >>Dem. 43.30

Powered by PhiloLogic